
ΕΣΠΕΡΙΝΟΣ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΣΤΗΝ ΙΕΡΑ ΜΟΝΗ ΚΥΚΚΟΥ
BINTEO 1
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
ΠΡΟΟΙΜΙΑΚΟΣ
Ψαλμὸς ργ’ (103)Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

Αντανελείς το πνεύμα αυτών και εκλείψουσι, και εις τον χουν αυτών έπιστρέψουσιν ( Δόξα Σοι ο Θεός Αλληλούια )
ΒΙΝΤΕΟ 3
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΚΕΚΡΑΓΑΡΙΑ
Ψαλμὸς ρμ’ (140)Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ΣΤΙΧΗΡΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ
Ἦχος αʼ
Ὢ τοῦ παραδόξου θαύματος!...
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή!...
Τὴν σὴν δοξάζουσι Κοίμησιν,...
ΔΟΞΑΣΤΙΚΟ ( οκτώηχον )
αʼ χορόςΔόξα Πατρί και Υιώ και Αγίω Πνεύματιὁ βʼ χορόςΚαὶ νῦν και αεί και εις τους αιώνας των αιώνων αμήνὁ αʼ χορός
Ἦχος ά
Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν μεταρσίως αἰρόμενοι.
Ἦχος πλ. α'Καταλαβόντες τὸ πανάχραντον, καὶ ζωαρχικόν σου σκῆνος, ἐξόχως ἠσπάζοντο.ὁ αʼ χορός
Ἦχος β'Αἱ δὲ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάμεις, σὺν τῷ οἰκείῳ Δεσπότῃ παραγενόμεναι.ὁ βʼ χορός
Ἦχος πλ. β'Τὸ θεοδόχον καὶ ἀκραιφνέστατον σῶμα προπέμπουσι, τῷ δέει κρατούμεναι, ὑπερκοσμίως δὲ προῴχοντο, καὶ ἀοράτως ἐβόων, ταῖς ἀνωτέραις ταξιαρχίαις· ἰδοὺ ἡ παντάνασσα θεόπαις παραγέγονεν.ὁ αʼ χορός
Ἦχος γ'Ἄρατε πύλας, καὶ ταύτην ὑπερκοσμίως ὑποδέξασθε, τὴν τοῦ ἀενάου φωτὸς Μητέρα.ὁ βʼ χορός
Ἦχος βαρὺςΔιὰ ταύτης γὰρ ἡ παγγενὴς τῶν βροτῶν σωτηρία γέγονεν, ᾗ ἀτενίζειν οὐκ ἰσχύομεν, καὶ ταύτῃ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον.ὁ αʼ χορός
Ἦχος δ'Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν.ὁ βʼ χορός
Ἦχος πλ. δ'Διὸ ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ Βασιλεῖ, καὶ τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου· τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα.ὁ αʼ χορός
Ἦχος α'Εἰς τοὺς αἰῶνας, ἀγλαοφανῶς μακαρίζοντες.
...ΕΙΣΟΔΟΣ
ΒΙΝΤΕΟ 7
Σοφία Ὀρθοί !
Ἦχος β'Η βοήθειά μου παρά Κυρίου του ποιήσαντος τον ουρανόν και την γην
το ίδιο
ὁ αʼ χορός
το ίδιο
(Κεφ. 28, 10-17)
(Κεφ. 43, 27 & 44, 1-4)
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. 9, 1-11)
• Κύριε ἐλέησον (ἅπαξ).
• Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
• Κύριε ἐλέησον (ἅπαξ).
• Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
• •Κύριε ἐλέησον
• Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
• Κύριε ἐλέησον
• Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
• Κύριε ἐλέησον
• Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
• Κύριε ἐλέησον
• • Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
• Κύριε ἐλέησον
• • Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Κύριε ἐλέησον
Ο Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΒΙΝΤΕΟ 9
• Ὁ διάκονος: • Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
• Κύριε ἐλέησον.
• Κύριε ἐλέησον.
• Παράσχου Κύριε.
• Παράσχου Κύριε.
• • Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
• Παράσχου Κύριε.
• Παράσχου Κύριε.
• Παράσχου Κύριε.
• Παράσχου Κύριε.
• Σοὶ Κύριε.
Ὁ Χορός: Ἀμήν.
Εἰρήνη πᾶσι.
ο Χορός :Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
ο Χορός:Σοί, Κύριε.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἦχος δ'
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Δαυϊτικὴν ᾠδὴν σήμερον λαοί, ᾄσωμεν Χριστῷ τῷ Θεῷ. Ἀπενεχθήσονται φησί, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ἡ γάρ ἐκ σπέρματος Δαυΐδ, δι' ἧς ἡμεῖς ἐθεώθημεν, ἐν ταῖς χερσὶ τοῦ ἑαυτῆς Υἱοῦ καὶ Δεσπότου, ἐνδόξως καὶ ὑπὲρ λόγον μετατίθεται, ἣν ὡς Μητέρα Θεοῦ ἀνυμνοῦντες βοῶμεν καὶ λέγομεν· Σῶσον ἡμᾶς, τοὺς ὁμολογοῦντας σε Θεοτόκε, ἀπὸ πάσης περιστάσεως, καὶ λύτρωσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
ΑΡΤΟΚΛΑΣΙΑ
Έτι δεόμεθα υπέρ του εισακούσαι Κύριον τον Θεόν φωνής της δεήσεως ημών των αμαρτωλών και ελεήσαι ημάς.
Αμήν
Ελεήμων γαρ και φιλάνθρωπος Θεός υπάρχεις και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.ΧΟΡΟΣ: Αμήν.
ΙΕΡΕΥΣ: Ειρήνη πάσι.
ΧΟΡΟΣ: Και τω πνεύματί σου.
ΙΕΡΕΥΣ / ΔΙΑΚΟΝΟΣ: Tας κεφαλάς ημών τω Κυρίω κλίνωμεν.
ΙΕΡΕΥΣΔέσποτα πολυέλεε, Κύριε Ιησού Χριστέ ο Θεός ημών, πρεσβείαις της παναχράντου δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας, δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου Προδρόμου και Βαπτιστού Ιωάννου, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, του αγίου ενδόξου και πανευφήμου Αποστόλου Βαρνάβα - ιδρυτού και προστάτου της Αγιωτάτης Εκκλησίας της Κύπρου, των εν αγίοις πατέρων ημών μεγάλων ιεραρχών και οικουμενικών διδασκάλων Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου, Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος πατριαρχών Αλεξανδρείας, Νικολάου του εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος των θαυματουργών των αγίων ενδόξων και καλλινίκων Μαρτύρων, των αγίων ενδόξων μεγάλων μαρτύρων Γεωργίου του Τροπαιοφόρου και Δημητρίου του μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου· των οσίων και θεοφόρων Πατέρων ημών, των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, [του αγίου της ημέρας] ου και την μνήμην επιτελούμεν, και πάντων σου των Αγίων·
Είτα την ωδήν Συμεών του θεοδόχου (Λουκ. β' 29).
Νυν απολύεις τον δούλον σου, Δέσποτα, κατά το ρήμα σου εν ειρήνη, ότι είδον οι οφθαλμοί μου το σωτήριόν σου, ο ητοίμασας κατά πρόσωπον πάντων των λαών, φως εις αποκάλυψιν εθνών και δόξαν λαού σου Ισραήλ.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματος σου.
Κύριε, ελέησον. Κύριε, ελέησον, Κύριε, ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομα σου, ελθέτω η βασιλεία σου, γενηθήτω το θέλημα σου, ως εν ουρανώ, και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
ΙΕΡΕΥΣΌτι σου εστιν η βασιλεία και η δύναμις και η δόξα, του Πατρός, και του Υιού, και του Αγίου Πνεύματος, νυν και αεί, και εις τους αιώνας των αιώνων.ΧΟΡΟΣ: Αμήν.
Ἦχος α'Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
καὶ νῦν και αεί και εις τους αιώνας των αιώνων αμην
ΒΙΝΤΕΟ 12
ΙΕΡΕΥΣ / ΔΙΑΚΟΝΟΣ: Του Κυρίου δεηθώμεν.
ΧΟΡΟΣ:Κύριε ελέησον.
Ότι συ ει ο ευλογών και αγιάζων τα σύμπατα, Χριστέ ο Θεός ημών, και σοι την δόξαν αναπέμπομεν συν τω ανάρχω σου Πατρί και το παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων.
Πλούσιοι επτώχευσαν και επείνασαν· οι δε εκζητούντες τον Κύριον, ουκ ελαττωθήσονται παντός αγαθού ( τρις )Είη το όνομα Κυρίου ευλογημένον από του νυν και έως του αιώνος. [3]
Ο Ιερεύς εξερχόμενος ευλογεί τον λαόν λέγωνΕυλογία Κυρίου και έλεος Αυτού έλθοι εφ’ ημάς, τη αυτού θεία χάριτι και φιλανθρωπία πάντοτε, νυν και αεί και εις τους αιώνας των αιώνων.
Κύριε, ελέησον.[3] Πάτερ Άγιε ευλόγησον.
Στερεώσαι Κύριος ο Θεός την αγίαν και αμώμητον πίστιν των ευσεβών και ορθοδόξων Χριστιανών, συν τη αγία Εκκλησία και κώμη ταύτη εις αιώνας αιώνων. Αμήν.
Αιωνία η μνήμη των μακαρίων και αοιδίμων κτητόρων της αγίας Εκκλησίας ταύτης και πάντων των ορθοδόξων.
ΧΟΡΟΣ: Αμήν.
Δες ένα όμορφο ποίημα για την Παναγία
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ








