Εἶτα ἄρχονται οἱ Χοροὶ ψάλλοντες τὸν Κανόνα τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς·Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῃ. Ἰωσήφ.Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου.ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.» Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται» πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι » Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρί- » ζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (δὶς) Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, δι᾿ ἧς τῆς Προμήτορος, ἀρὰ λυθήσεται. Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις· χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως· χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.
Δόξα.
Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα· τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα· τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως· χαῖρε Ἀπειρόγαμε, κόσμου διάσωσμα.
Καὶ νῦν.
Ἁγνείας θησαύρισμα, χαῖρε, δι᾿ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν· χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον· θυμίαμα εὔοσμον, μύρον πολύτιμον.ᾨδὴ γ´. Ὁ Εἱρμός.» Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ» ἄφθονος πηγή, θίασον συγκροτήσαντας, » πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ » σου, στεφάνων δόξης ἀξίωσον. (δὶς) Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα· χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα. Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς· χαῖρε Ἀμνὰς κυήσασα, Θεοῦ Ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα· χαῖρε θερμὸν ἱλαστήριον.
Δόξα.
Ὄρθρος φαεινὸς χαῖρε, ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον· χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.
Καὶ νῦν.
Χαῖρε Πύλη μόνη, ἣν ὁ Λόγος, διώδευσε μόνος, ἡ μοχλούς, καὶ πύλας ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα· χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων Πανύμνητε.ᾨδὴ δ´. Ὁ Εἱρμός.» Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος,» ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, » τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυ- » γάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου. Ἐν φωναῖς ἆσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε· Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι· χαῖρε λυχνία καὶ στάμνε, μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια. Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα· χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι· χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου, πάντας, πρὸς ζωὴν τοὺς ὑμνοῦντάς σε. Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη, πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.
Δόξα.
Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα· ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, Ἀπειρόγαμε, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν.
Καὶ νῦν.
Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν, Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.ᾨδὴ ε´. Ὁ Εἱρμός.» Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου·» σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ » τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον » Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βρα- » βεύοντα. Ὁδὸν ἡ κυήσασα, ζωῆς, χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον· χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν· χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως. Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων, χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης· νέκρωσις ᾍδου, νυμφὼν ὁλόφωτε· χαῖρε τῶν Ἀγγέλων χαρμονή· χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου. Πυρίμορφον ὄχημα, τοῦ Λόγου, χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε, τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον· οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.
Δόξα.
Ῥωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι· Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς· ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.
Καὶ νῦν.
Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου, χαῖρε Ἄχραντε· κόχλος ἡ τὸν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε· πάντων πρὸς Θεὸν καταλλαγή, τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.ᾨδὴ ς´. Ὁ Εἱρμός.» Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες» ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε » τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέν- » τα Θεὸν δοξάζοντες. (δὶς) Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα· χαῖρε τῶν Ἀποστόλων τὸ ἐγκαλλώπισμα. Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα· ὅθεν βοῶμέν σοι· Χαῖρε ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε προεθεάσατο.
Δόξα.
Ἰδού σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι, καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων τοῦ πολεμήτορος.
Καὶ νῦν.
Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι· Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως ἐπισκιάζουσα.ᾨδὴ ζ´. Ὁ Εἱρμός.» Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες,» παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, » ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· » Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ » Θεὸς εὐλογητὸς εἶ. Ἀνυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ· ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων. Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα, χαῖρε Θεόνυμφε· ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα· χαῖρε Δέσποινα, δι᾿ ἧς χαρᾶς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν. Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε· ὑπὲρ γὰρ τὰ Σεραφίμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν· ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.
Δόξα.
Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή· ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς δούλους σου, καταγράψαι Θεοτόκε.
Καὶ νῦν.
Ἱκετεύομεν, οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν· Κλῖνον τὸ οὖς σου, Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.ᾨδὴ η´. Ὁ Εἱρμός.» Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς» Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· » νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅ- » πασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον » ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας » τοὺς αἰῶνας. Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας· γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνή, ᾧ ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα Μυστήριον τοῦ τόκου σου· Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα, μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου· καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Δόξα.
Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας· εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροί, ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.
Καὶ νῦν.
Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι᾿ ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις Παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα τῶν μελῳδούντων Ἁγνή· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ᾨδὴ θ´. Ὁ Εἱρμός.» Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι,» λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων » Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυ- » ριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις » παμμακάριστε, Θεοτόκε ἁγνή ἀειπάρθενε. Ἵνα σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν. Ὤφθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι· Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ τὸν μέγαν Ἥλιον· χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή· χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωήν, τὸ ἀνθρώπινον. Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα· χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν· χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή· χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.
Δόξα.
Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε Ἀειπάρθενε· Ὁσίων πάντων χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα· χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.
Καὶ νῦν.
Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε κυοφορήσασαν, διὰ μέγα, ἔλεος θελήσαντα, μορφωθῆναι Χριστὲ τὸ ἀλλότριον. | Ἔπειτα ψάλλεται ὁ Κανόνας τῆς Θεοτόκου·Ο ΚΑΝΟΝΑΣᾨδὴ 1η.Θ᾿ ἀνοίξω τὸ στόμα μου καὶ θὰ γεμίσει ἀπ᾿ τὴ Χάρη τοῦ Ἁγίου Πνεύματος, καὶ λόγο ἐγκωμιαστικὸ θὰ ἀπευθύνω στὴ βασίλισσα Μητέρα (τοῦ Χριστοῦ)· καὶ θὰ φανῶ ὅτι πανηγυρίζω γεμάτος ἀπὸ χαρά, καὶ θὰ ἀνυμνήσω γεμάτος ἀπὸ ἀγαλλίαση τὰ θαυμάσια μεγαλεῖα της (2 φορές).Ὑπεραγία Θεοτόκε, σῶσε μας (τὸ ἴδιο ἐπαναλαμβάνεται μετὰ ἀπὸ κάθε τροπάριο). Ἁγνὴ Θεοτόκε, βλέποντας ὁ μεγάλος Ἀρχάγγελος (ὁ Γαβριὴλ) ὅτι εἶσαι τὸ ζωντανὸ βιβλίο τοῦ Χριστοῦ ποὺ σφραγίστηκε ἀπὸ τὸ Ἅγιο Πνεῦμα, σὲ ἐπευφημοῦσε καὶ ἔλεγε· Χαῖρε δοχεῖο τῆς χαρᾶς διὰ τοῦ ὁποίου θὰ σβήσει ἡ κατάρα ποὺ δέχτηκε ἡ προμήτορά μας (ἡ Εὔα). Παρθένε, νύφη τοῦ Θεοῦ, χαῖρε Ἐσὺ ποὺ ἀνόρθωσες (ἀπὸ τὴν πτώση του) τὸν Ἀδὰμ καὶ νέκρωσες τὸν Ἅδη. Χαῖρε Πάναγνη, Ἐσὺ ποὺ ἔγινες τὸ παλάτι στὸ ὁποῖο κατοίκησε (μὲ τὴν κυοφορία του) ὁ μοναδικὸς Βασιλιάς μας· χαῖρε Ἐσὺ ποὺ εἶσαι ὁ πύρινος θρόνος στὸν ὁποῖο κάθισε ὁ Παντοκράτορας (Χριστὸς).
Δόξα στὸν Πατέρα...
Χαῖρε (Θεοτόκε) Σὺ ποὺ βλάστησες τὸ τριαντάφυλλο ποὺ δὲ μαραίνεται ποτὲ (τὸν Χριστό)· χαῖρε ἐσὺ ποὺ γέννησες τὸ μῆλο ποὺ μοσκοβολᾶ· ἡ εὐωδία τοῦ Βασιλιᾶ τῶν ὅλων· χαῖρε ἐσὺ ποὺ ἔγινες μητέρα χωρὶς νὰ γνωρίσεις γάμο, ποὺ εἶσαι ἡ σωτηρία τοῦ κόσμου.
Καὶ τώρα...
Θησαυρὲ τῆς ἁγνείας, χαῖρε· μ᾿ ἐσένα σηκωθήκαμε ἀπὸ τὴν πτώση μας. Χαῖρε Δέσποινα, εὐωδιαστὲ κρίνε, ποὺ εὐωδιάζεις τοὺς πιστούς· (χαῖρε) θυμίαμα εὐωδιαστό, μύρο πολύτιμο.ᾨδὴ 3η.Θεοτόκε, Ἐσὺ ποὺ εἶσαι ἡ ζωντανὴ καὶ ἀστείρευτη πηγή, στερέωσε ἐκείνους ποὺ σὲ ὑμνολογοῦν ἔχοντας συγκροτήσει θίασο πνευματικό· καὶ ἀξίωσέ τους νὰ λάβουν ἔνδοξα στεφάνια ὅταν θὰ ἔλθουν στὴ δική σου οὐράνια δόξα (2 φορές).Χαῖρε ἐσὺ ποὺ βλάστησες τὸ θεῖο στάχυ (τὸν Χριστό) σὰν χωράφι ποὺ δὲν καλλιεργήθηκε ποτέ. Χαῖρε Δέσποινα, ποὺ εἶσαι τὸ ἔμψυχο τραπέζι στὸ ὁποῖο χώρεσε ὁ Ἄρτος τῆς ζωῆς· χαῖρε πηγὴ ἀστείρευτη, ἀπ᾿ τὴν ὁποία ἀναβλύζει τὸ νερὸ τῆς ζωῆς. Χαῖρε δάμαλη (μικρὴ ἀγελάδα, μτφ. ἡ παρθένος κόρη) ποὺ γέννησες τὸ μόσχο τὸν καθαρὸ καὶ ἀψεγάδιαστο· χαῖρε ἀμνάδα (μικρὴ προβατίνα) ποὺ κύησες τὸν Ἀμνὸ τοῦ Θεοῦ, ποὺ σηκώνει τὶς ἁμαρτίες ὅλου τοῦ κόσμου· χαῖρε ἐσὺ ποὺ προσφέρθηκες μὲ προθυμία γιὰ τὴν ἐξιλέωσή μας.
Δόξα στὸν Πατέρα...
Χαῖρε φωτεινὴ αὐγή, ἡ ὁποία μόνη ἀνέτειλες τὸν ἥλιο (τῆς δικαιοσύνης) τὸν Χριστὸ καὶ ἀναδείχθηκες κατοικητήριο τοῦ (νοητοῦ) Φωτός. Χαῖρε ἐσὺ ποὺ διέλυσες τὸ (πνευματικό) σκοτάδι καὶ ἐκμηδένισες ὁλοτελῶς τοὺς σκοτεινοὺς δαίμονες.
Καὶ τώρα...
Χαῖρε πύλη ἀπ᾿ τὴν ὁποία πέρασε μονάχα ὁ Λόγος τοῦ Θεοῦ· ἐσὺ Δέσποινα, ἡ ὁποία διὰ τοῦ Τόκου σου (τοῦ Χριστοῦ) συνέτριψες τὶς κλειδαριὲς καὶ τὶς πύλες τοῦ θανάτου. Χαῖρε πανύμνητε, ἡ θεία εἴσοδος ἀπ᾿ τὴν ὁποία περνοῦν ὅλοι ὅσοι σώζονται.ᾨδὴ 4η.Αὐτὸς ποὺ κάθεται στὸν ἔνδοξο θρόνο τῆς Θεότητος, ἦλθε (στὸν κόσμο) μέσα σ᾿ ἐλαφρὺ σύννεφο (τὴν Παναγία), ὁ Ἰησοῦς ὁ ὕψιστος Θεός, ὁ Ὁποῖος μὲ τὴ δύναμη τῆς ἀμόλυντης παλάμης Του ἔσωσε (ἀπὸ τὴν ἁμαρτία καὶ τὸ θάνατο) αὐτοὺς ποὺ κραυγάζουν· δόξα Χριστέ, στὴ θεία σου δύναμη.Μὲ ἄσματα (ὕμνους) ποὺ βγαίνουν ἀπὸ τὴν πίστη μας, σοῦ φωνάζουμε Πανύμνητε· χαῖρε ἐσὺ ποὺ μὲ τὴ χάρη τοῦ Ἁγίου Πνεύματος ἔγινες εὔφορο βουνό· χαῖρε ἑπτάφωτη λυχνία, στάμνα ποὺ φέρεις μέσα σου τὸ μάννα (τὸν Χριστό) ποὺ γλυκαίνει τὰ πνευματικὰ αἰσθητήρια τῶν εὐσεβῶν. Χαῖρε ἄχραντε Δέσποινα, ποὺ εἶσαι τὸ ἱλαστήριο τοῦ κόσμου (τὸ μέσο διὰ τοῦ ὁποίου ἐξιλεωθήκαμε)· χαῖρε κλίμακα (σκάλα) ποὺ μὲ τὴ χάρη σου μᾶς ἀνύψωσες ὅλους ἀπὸ τὴ γῆ στὸν οὐρανό· χαῖρε ἡ γέφυρα ποὺ πραγματικὰ περνᾶς ἀπὸ τὸ θάνατο στὴ ζωὴ ὅλους ὅσοι σὲ ἀνυμνοῦν. Ἐσὺ ποὺ εἶσαι ὑψηλότερη ἀπ᾿ τοὺς οὐρανούς, χαῖρε Ἄχραντε, ποὺ στὴν κοιλιά σου βάσταξες χωρὶς κόπο τὸ θεμέλιο τῆς γῆς (τὸν Χριστό). Χαῖρε κογχύλι ποὺ μὲ τὸ αἷμα σου ἔβαψες τὴ θεία πορφύρα (τὸ ἔνδυμα, δηλ. τὴν ἀνθρώπινη σάρκα) ποὺ φόρεσε ὁ Βασιλιὰς τῶν δυνάμεων.
Δόξα στὸν Πατέρα...
Χαῖρε Δέσποινα, ἐσὺ ποὺ γέννησες πραγματικὰ τὸ Νομοθέτη (Χριστό), ὁ ὁποῖος ἐξαλείφει χωρὶς κανένα ἀντάλλαγμα τὶς ἁμαρτίες ὅλων μας· (χαῖρε) τὸ βάθος ποὺ ἀνθρώπινο μυαλὸ δὲν μπορεῖ νὰ κατανοήσει καὶ τὸ ὕψος ποὺ μὲ λόγια δὲν μπορεῖ νὰ περιγραφεῖ· ἐσὺ ποὺ ἔγινες ἡ αἰτία τῆς δικῆς μας θέωσης.
Καὶ τώρα...
Ἀνυμνοῦμε ἐσένα ποὺ ἔπλεξες γιὰ τὸν κόσμο στεφάνι χωρὶς νὰ χρησιμοποιηθοῦν χέρια ἀνθρώπινα· σοῦ ἀπευθύνουμε τὸ χαῖρε, Παρθένε, ποὺ εἶσαι τὸ ἀκλόνητο ὀχυρό μας, τὸ χαράκωμα καὶ τὸ στήριγμα καὶ τὸ ἱερὸ καταφύγιο.ᾨδὴ 5η.Ὅλος ὁ κόσμος ἐξεπλάγη μὲ τὴ θεία δόξα σου· γιατὶ ἐσὺ Παρθένε ἂν καὶ δὲ γνώρισες γάμο, ἀξιώθηκες νὰ κρατήσεις στὴ μήτρα σου τὸ Θεὸ ποὺ ἐξουσιάζει ὅλα τὰ κτίσματα, καὶ γέννησες τὸν ἄχρονο Υἱὸ καὶ Λόγο τοῦ Θεοῦ, ὁ Ὁποῖος χαρίζει τὴ σωτηρία σὰν βραβεῖο σ᾿ ὅσους σὲ ἀνυμνοῦν.Χαῖρε Πανάχραντε, ἐσὺ ποὺ κυοφόρησες τὴν Ὁδὸ (τὸν Χριστό), ποὺ ὁδηγεῖ στὴ ζωὴ καὶ ἔσωσες τὸν κόσμο ἀπὸ τὸν κατακλυσμὸ τῆς ἁμαρτίας. Χαῖρε νύφη τοῦ Θεοῦ, ποὺ εἶσαι λάλημα καὶ ἄκουσμα ποὺ προκαλεῖ δέος· χαῖρε κατοικία τοῦ Δεσπότη τῆς κτίσεως. Χαῖρε Ἄχραντε, ποὺ εἶσαι ἡ ἰσχὺς καὶ τὸ ὀχύρωμα τῶν ἀνθρώπων, τόπος ἅγιος τῆς δόξας τοῦ Θεοῦ· νέκρωση τοῦ θανάτου, ὁλόφωτο νυφικὸ δωμάτιο· χαῖρε ἡ χαρὰ τῶν Ἀγγέλων· χαῖρε ἡ βοήθεια ἐκείνων ποὺ μὲ πίστη σὲ ἐπικαλοῦνται. Χαῖρε Δέσποινα, ἐσὺ ποὺ χρημάτισες πύρινο ἅρμα τοῦ Λόγου, ποὺ ἔγινες ἔμψυχος Παράδεισος ὅπου στὸ μέσο του ἔχει τὸ ξύλο τῆς ζωῆς, τὸν Κύριο, τοῦ Ὁποίου ἡ γλυκύτητα ζωοποιεῖ αὐτοὺς ποὺ μὲ πίστη τὸν γεύονται καὶ οἱ ὁποῖοι προηγουμένως εἶχαν ὑποκύψει στὴ φθορά.
Δόξα στὸν Πατέρα...
Παίρνοντας δύναμη ἀπὸ τὴν δική σου δύναμη, σοῦ φωνάζουμε μὲ πίστη· χαῖρε ἡ πόλη τοῦ Βασιλιᾶ τῶν ὅλων, γιὰ τὴν ὁποία πολλὰ εἰπώθηκαν δοξασμένα καὶ ἀξιάκουστα. Χαῖρε ὄρος ποὺ δὲ λατομήθηκε ποτέ, χαῖρε βάθος μυστηρίου ἀμέτρητο.
Καὶ τώρα...
Χαῖρε Ἄχραντε, ἐσὺ ποὺ χρημάτισες ἡ εὐρύχωρη κατοικία τοῦ Θεοῦ Λόγου· χαῖρε πανθαύμαστε, ἐσὺ ποὺ εἶσαι τὸ ὄστρακο ἀπ᾿ τὸ ὁποῖο προῆλθε τὸ θεῖο μαργαριτάρι. Θεοτόκε, ἐσὺ συμφιλιώνεις μὲ τὸ Θεὸ ὅλους αὐτοὺς ποὺ ἀδιάκοπα μὲ ὕμνους σὲ ἐγκωμιάζουν.ᾨδὴ 6η.Τὴν θεία αὐτὴ καὶ ἰδιαίτερα ἄξια τιμῆς ἑορτὴ τῆς Θεομήτορος τελοῦντες οἱ θεόφρονες, ἐλᾶτε νὰ κτυπήσουμε τὰ χέρια ἀπὸ χαρά, δοξάζοντας τὸ Θεὸ ποὺ γεννήθηκε ἀπ᾿ αὐτήν.Χαῖρε Πανάχραντε, γιατὶ ἀναδείχτηκες τὸ ἀμόλυντο νυφικὸ δωμάτιο τοῦ Θεοῦ Λόγου καὶ ἔγινες ἡ αἰτία τῆς θέωσης ὅλων μας, τὸ κήρυγμα τῶν Προφητῶν καὶ τὸ σεμνὸ στολίδι τῶν Ἀποστόλων. Ἀπὸ σένα ἔσταξε ἡ δροσιὰ (ὁ Χριστὸς), ἡ ὁποία ἔσβησε τὴ φλόγα τῆς πολυθεΐας καὶ εἰδωλολατρίας· γιὰ τοῦτο καὶ σοῦ φωνάζουμε δυνατά· χαῖρε, Παρθένε, ἐσὺ ποὺ εἶσαι ὁ πόκος (τὸ μαλλὶ) τὸν ὁποῖο μὲ θαῦμα προεῖδε ὁ Γεδεών.
Δόξα στὸν Πατέρα...
Νά, σὲ σένα (Παναγία μας) φωνάζουμε δυνατὰ τὸ χαῖρε· γίνε λιμάνι σὲ μᾶς ποὺ ταξιδεύουμε στὴ θάλασσα τῆς ζωῆς καὶ ὁρμητήριο στὸ πέλαγος τῶν θλίψεων καὶ ὅλων τῶν παγίδων τοῦ ἐχθροῦ μας (τοῦ διαβόλου).
Καὶ τώρα...
Ἐσὺ ποὺ εἶσαι αἰτία χαρᾶς, γέμισε μὲ τὴ χάρη σου τὴ σκέψη μας γιὰ νὰ σοῦ φωνάζουμε δυνατά· χαῖρε ἄφλεκτη βάτος, καὶ ὁλόφωτη νεφέλη, ποὺ ἀδιάκοπα ἐπισκιάζεις τοὺς πιστούς.ᾨδὴ 7η.Οἱ θεόφρονες (Τρεῖς Παῖδες στὴ Βαβυλώνα) δὲ θέλησαν νὰ λατρεύσουν τὰ κτίσματα, ἀλλὰ λάτρευσαν μονάχα τὸν Κτίστη. Καὶ ἀφοῦ ἀψήφισαν μὲ ἀνδρεία τὴν ἀπειλὴ τῆς φωτιᾶς, μὲ χαρὰ ἔψαλαν· Ὑπερύμνητε Θεὲ καὶ Κύριε τῶν Πατέρων μας εἶσαι εὐλογημένος.Σὲ ἀνυμνοῦμε καὶ σοῦ φωνάζουμε δυνατά· χαῖρε τὸ ὄχημα τοῦ νοητοῦ Ἡλίου (τοῦ Χριστοῦ)· ἀληθινὴ ἄμπελος (κληματαριὰ), ἡ ὁποία καρποφόρησες τὸ ὥριμο σταφύλι ποὺ ἀποστάζει κρασὶ (τὴ ζωὴ) καὶ εὐφραίνει τὶς ψυχὲς ἐκείνων ποὺ μὲ πίστη σὲ δοξάζουν. Χαῖρε νύφη τοῦ Θεοῦ, ἐσὺ ποὺ γέννησες τὸν Ἰατρὸ τῶν ἀνθρώπων· ποὺ εἶσαι ἡ μυστικὴ ράβδος, ἀπὸ τὴν ὁποία βλάστησε τὸ ἀμάραντο λουλούδι (ὁ Χριστὸς)· χαῖρε, Δέσποινα, μ᾿ ἐσένα γεμίζουμε ἀπὸ χαρὰ καὶ κληρονομοῦμε τὴν αἰώνια ζωή. Δέσποινα, καὶ ἡ πιὸ ρητορικὴ γλώσσα δὲν μπορεῖ ἐπάξια νὰ σὲ ὑμνολογήσει· διότι, μὲ τὸ νὰ γεννήσεις τὸν βασιλέα Χριστό, ὑψώθηκες πιὸ πάνω κι ἀπὸ τὰ Σεραφείμ. Αὐτὸν ἱκέτευε νὰ σώσει τώρα ἀπὸ κάθε βλάβη αὐτοὺς ποὺ μὲ πίστη σὲ προσκυνοῦν.
Δόξα στὸν Πατέρα...
Σὲ εὐφημεῖ καὶ σὲ ἐγκωμιάζει ὅλος ὁ κόσμος ἀναφωνώντας σου· χαῖρε Ἁγνή, ἐσὺ εἶσαι τὸ βιβλίο, στὸ ὁποῖο μὲ τὸ δάκτυλο (τὴν Χάρη τοῦ Ἁγίου Πνεύματος) καταγράφηκε ὁ Λόγος τοῦ Θεοῦ Πατρός. Αὐτὸν ἱκέτευε Θεοτόκε, νὰ καταγράψει στὸ βιβλίο τῆς ζωῆς κι ἐμᾶς τοὺς δούλους σου.
Καὶ τώρα...
Σὲ ἱκετεύουμε οἱ δοῦλοι σου καὶ κλίνουμε μπροστά σου τὰ γόνατα τῆς καρδιᾶς μας. Ἄκουσε μὲ προσοχὴ (τὴν ἱκεσία μας) Ἁγνὴ καὶ σῶσε ὅλους ἐμᾶς ποὺ βυθιζόμαστε στὶς θλίψεις· καὶ προφύλαξε ἀπὸ κάθε ἅλωση ἐχθρικὴ τὴν Πόλη σου (ἀλλὰ καὶ κάθε πόλη) Θεοτόκε.ᾨδὴ 8η.Τοὺς εὐσεβεῖς Παῖδες στὸ καμίνι ὁ τόκος τῆς Θεοτόκου (ὁ Χριστὸς) διέσωσε (ἀπὸ τὶς φλόγες). Καὶ τότε μὲν σὰν προτύπωση, τώρα δὲ ἐνεργώντας φανερὰ σώζει τὴν οἰκουμένη, τὴν ὁποία καὶ συναθροίζει καὶ τὴν κάνει νὰ ψάλει· Ὑμνεῖτε τὸν Κύριο ὅλα τὰ δημιουργήματα καὶ ὑπερυψώνετέ Τον σ᾿ ὅλους τοὺς αἰῶνες.Στὰ σπλάγχνα σου, Ἁγνή, δέχτηκες τὸν Λόγο τοῦ Θεοῦ καὶ βάσταξες Αὐτὸν ποὺ βαστάζει τὰ πάντα. Ἔθρεψες μὲ τὸ γάλα σου Αὐτὸν ποὺ μ᾿ ἕνα νεῦμα Του τρέφει ὁλόκληρη τὴν οἰκουμένη, πρὸς τὸν Ὁποῖο ψάλλουμε· Ὑμνεῖτε τὸν Κύριο ὅλα τὰ δημιουργήματα καὶ ὑπερυψώνετέ Τον σ᾿ ὅλους τοὺς αἰῶνες. Ὁ Μωυσῆς ἀντιλήφθηκε μπροστὰ στὴ φλεγόμενη βάτο τὸ μεγάλο μυστήριο τοῦ τόκου σου. Καὶ οἱ (Τρεῖς) Παῖδες προεικόνισαν τὸ μυστήριο αὐτό, βρισκόμενοι στὸ μέσο τῆς φωτιᾶς τῆς καμίνου καὶ μὴ καιόμενοι, πανάχραντε ἁγία Παρθένε. Γι᾿ αὐτὸ σὲ ὑμνοῦμε σὲ ὅλους τοὺς αἰῶνες. Ἐμεῖς ποὺ πρὶν γυμνωθήκαμε ἐξαιτίας τῆς ἀπάτης τοῦ διαβόλου, τώρα μὲ τὴν κυοφορία σου, ντυθήκαμε τὴν στολὴ τῆς ἀφθαρσίας. Καὶ ὅσοι καθόμασταν στὸ σκοτάδι τῶν παραπτωμάτων μας, εἴδαμε τὸ φῶς τοῦ Θεοῦ, Κόρη, ποὺ ἔγινες κατοικητήριο τοῦ φωτός. Γι᾿ αὐτὸ σὲ ὑμνοῦμε σὲ ὅλους τοὺς αἰῶνες.
Δόξα στὸν Πατέρα...
Οἱ νεκροὶ ψυχικὰ ἄνθρωποι παίρνουν καὶ πάλι μὲ τὴ μεσιτεία σου ζωή, γιατὶ γέννησες τὴν πραγματικὴ Ζωή, ποὺ εἶναι Πρόσωπο (τὸν Χριστό). Κι ἐκεῖνοι ποὺ πρὶν ἔχασαν (μὲ τὴν ἁμαρτία) τὴ λαλιά τους, γίνονται ὁμιλητικότατοι. Οἱ λεπροὶ καθαρίζονται, οἱ ἀρρώστιες διαλύονται, τὰ πλήθη τῶν ἐναερίων πνευμάτων (τῶν δαιμόνων) νικοῦνται. Κι ὅλα αὐτὰ γίνονται μὲ σένα Παρθένε, ποὺ εἶσαι ἡ σωτηρία τῶν θνητῶν ἀνθρώπων.
Καὶ τώρα...
Χαῖρε, ἐσὺ ἡ εὐλογημένη σὲ ὅλα, ποὺ γέννησες τὴ σωτηρία τοῦ κόσμου (τὸν Χριστό)· διὰ σοῦ ἀνεβήκαμε ἀπὸ τὴ γῆ στὰ οὐράνια. Ἐσὺ εἶσαι Ἁγνὴ ἡ σκέπη καὶ τὸ στερέωμα, τὸ τεῖχος καὶ τὸ φρούριο ὅλων ὅσοι ψάλλουν· Ὑμνεῖτε τὸν Κύριο ὅλα τὰ δημιουργήματα καὶ ὑπερυψώνετέ Τον σὲ ὅλους τοὺς αἰῶνες.ᾨδὴ 9η. Κάθε θνητὸς ἂς σκιρτήσει ἀπὸ ἐνθουσιασμὸ κι ἂς φωτιστεῖ σὰν λαμπάδα τὸ πνεῦμα του· ἂς πανηγυρίσει καὶ ἡ νοερὴ φύση τῶν ἄυλων πνευματικῶν Δυνάμεων, ἀνυμνώντας τὴν ἱερὴ πανήγυρη τῆς μητέρας τοῦ Θεοῦ, καὶ ἂς φωνάξει δυνατά· χαῖρε Θεοτόκε, σὺ ποὺ εἶσαι ἄξια κάθε μακαρισμοῦ, ἁγνή, ἀειπάρθενε. Γιὰ νὰ μποροῦμε ἐμεῖς οἱ πιστοί, ποὺ γίναμε μ᾿ Ἐσένα μέτοχοι τῆς αἰώνιας χαρᾶς, νὰ σοῦ φωνάζουμε δυνατὰ τὸ χαῖρε, σῶσε μας, Κόρη, ἀπὸ κάθε πειρασμό, ἀπὸ βαρβαρικὴ ἐπιδρομὴ καὶ ἀπὸ κάθε ἄλλη συμφορὰ ποὺ ἔρχεται (σὲ μᾶς) τοὺς ἁμαρτωλοὺς θνητοὺς ἐξαιτίας τῶν πολλῶν (μας) παραπτωμάτων. Φάνηκες σὲ μᾶς φωτισμὸς καὶ στερέωσή μας· γι᾿ αὐτὸ σοῦ φωνάζουμε δυνατά· χαῖρε ἄστρο ποὺ δὲν δύεις ποτὲ καὶ φέρνεις στὸν κόσμο τὸν μεγάλο Ἥλιο. Χαῖρε Ἁγνή, ἐσὺ ποὺ ἄνοιξες τὴν κλεισμένη Ἐδὲμ (τὸν παράδεισο)· χαῖρε σὺ πύρινη στήλη ποὺ ὁδηγεῖς στὴν ἄνω ζωὴ τὸ ἀνθρώπινο γένος. Ἂς σταθοῦμε εὐλαβικὰ στὸν οἶκο τοῦ Θεοῦ μας (στὸ Ναό) κι ἂς φωνάξουμε δυνατά· χαῖρε Δέσποινα τοῦ κόσμου· χαῖρε Μαρία, Κυρία ὅλων μας· χαῖρε ἡ μόνη ἀμόλυντη καὶ ἐνάρετη μεταξὺ τῶν γυναικῶν· χαῖρε σκεῦος ποὺ δέχτηκες μέσα σου τὸ ἀνεξάντλητο μύρο (τὸν Χριστό), ποὺ ἄδειασε ὁλόκληρο ἐπάνω σου.
Δόξα στὸν Πατέρα...
Χαῖρε Ἀειπάρθενε, ἐσὺ εἶσαι τὸ περιστέρι ποὺ γέννησε τὸν Ἐλεήμονα Θεό· ἐσὺ εἶσαι τὸ καύχημα ὅλων τῶν ὁσίων καὶ τὸ στεφάνωμα τῶν ἀθλητῶν τῆς πίστεως (τῶν μαρτύρων). Χαῖρε τὸ κόσμημα ὅλων τῶν δικαίων καὶ ἡ σωτηρία γιὰ μᾶς τοὺς πιστούς.
Καὶ τώρα...
Λυπήσου, Θεέ μας, τὴν κληρονομία σου (ὅλους ἐμᾶς ποὺ ἐλπίζουμε σ᾿ Ἐσένα), παραβλέποντας τώρα ὅλες τὶς ἁμαρτίες μας κι ἔχοντας μεσίτρια νὰ σὲ παρακαλεῖ γι᾿ αὐτὸ ἐκείνη ποὺ χωρὶς ἀνθρώπινη σπορὰ σὲ κυοφόρησε στὴ γῆ, ὅταν θέλησες ἀπὸ μεγάλη εὐσπλαγχνία νὰ λάβεις τὴν ξένη πρὸς τὴ θεία σου φύση ἀνθρώπινη μορφή. |
Πέμπτη 13 Μαρτίου 2014
ΧΑΙΡΕΤΙΣΜΟΙ ΣΤΑΝΙΤΣΑΣ
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου